Ancient Greek
187.13
Didymus, didymus_schmidt 187.13
Unproofread scanNot analysed yet
114. Ἀρίσταρχος τὸ ἡ ἄρθρον ἐκδέχεται. Ζηνόδοτος δὲ “περιέσπασε καὶ ἐφίλωσεν, ῥῆμα ἐκδεξάμενος, ὁμοίως τῷ ‘ἡ καὶ κυανέησιν’ (A 528) καὶ ὅλον τὸν στίχον μεταποιεῖ, ἡ δ’ ἄμυδις καλέσασα θεοὺς ῥεῖτα ῥῶοντας, ἐφη δὲ εἰς ἐν συναγαγοῦσα τοὺς θεοὺς. ἠγνόησε δέ, ὡς ὁ ποιητὴς οὐ χρῆται τῷ ἡ ῥήματι ἐν ἀρχῇ λόγου, ἀλλὰ τοῖς ῥηθεῖσιν ἐπιλέγει. καὶ τοῦτῳ γε παρ’ αὐτῷ διαφέρει τοῦ ἐφη, ὅτι τὸ μὲν καὶ προτάττεται καὶ ὑποτάττεται. Ἀρίσταρχος δὲ ἡ δ’ ἄμυδις στήσασα, καὶ αἱ πλεῖσται. A. [V.]