Ancient Greek
189.11
Didymus, didymus_schmidt 189.11
Unproofread scanNot analysed yet
127. Ἀριστοφάνης διὰ τοῦ ω ὡς κε φάγγξιν. AV. 130. Ἀρίσταρχος διὰ τῶν ὑπομνημάτων Ἀριστοφάνη φησὶ στίχους ἐξ ἡδετηκέναι ὡς παρεμβληθέντας ὑπὸ τῶν ἀπορούντων, διὰ τί ὁ ποταμὸς ὀρύχεται, καίτοι σαφῶς αὐτοῦ λέγοντος τὴν αἰτίαν· ᾿Δάνθος ἐπεὶ κεχόλωτο δαικταμένων αἰζηῶν, οὕς Ἀχιλεὺς ἐδαῖξε κατὰ ῥόον οὐδ᾽ ἐλέαιρεν᾽ (146) εἰ γὰρ ἐβλασφημήθη ὁ ποταμός, ἔλεγεν ἂν τοῦτο πρὸς Ἠραν καὶ Ἠραιστον. καὶ τὸ δηθά, ὡς οὐχ Ὀμηρικῶς κείμενον αἰτιῶνται μήποτε μέντοι καὶ ὁ Ἀρίσταρχος συγκατέθετο τῇ ἀθετήσει, μηδὲν ἀντειπὼν τῷ Ἀριστοφάνει. A.