Ancient Greek
198.7
Didymus, didymus_schmidt 198.7
Unproofread scanNot analysed yet
Schol. Hom. Il. A 399 Ζεὺς παραλαβὼν τὴν ἐν οὐρανῷ διοίκησιν περισσῶς τῇ παρθενίᾳ ἐχρῆτο πολλὰ αὐθάδη διαπρασόμενος. Ποσειδῶν δὲ καὶ Ἥρα καὶ Ἀπόλλων ἐβούλοντο αὐτὸν δήσαντες ὑποτάξαι. Θέτις δὲ ἀκούσασα παρὰ τοῦ πατρὸς Νηρέως (ἦν γὰρ μάντις) τὴν Διὸς ἐπιβουλήν ἐσπευσε πρὸς αὐτὸν ἐπαγομένη Αἰγαιῶνα φόβητρον τῶν ἐπιβουλευομένων θεῶν. ἦν δὲ θαλάσσιος δαίμων οὕτος καὶ τὸν πατέρα Ποσειδῶνα κατεβράβευεν. ἀκούσας δὲ ὁ Ζεὺς Θέτιδος τὴν μὲν Ἥραν ἐν τοῖς καθ’ αὑτοῦ δεσμοῖς ἐκρέμασε, Ποσειδῶνι δὲ καὶ Ἀπόλλωνι τὴν παρὰ Διομέδοντι θητείαν ἐψηφίσατο. τῇ δὲ Θέτιδι τὴν Ἀχιλλέως τιμὴν εἰς τὰ μετὰ ταῦτα ἐταμιεύσατο. ἱστορεῖ Λίδυμος. AD.