Ancient Greek
233.9
Didymus, didymus_schmidt 233.9
Unproofread scanNot analysed yet
παραξύνοντες τὴν παραλήγουσαν συλλαβὴν τῶν Συρακου- Ol. B 29 ζητεῖται, δι’ ἣν αἰτίαν εὐξάμενος τῷ Θήρωνι τὰ κάλλιστα κατάπαυσιν τῶν πραχθέντων δεινῶν αἰτεῖται τὸν Δία. καὶ ὁ μὲν Ἀρίσταρχός φησι, διὰ τὸ κεκμηκέναι τοὺς τοῦ Θήρωνος πατέρας κατὰ τὴν Ῥόδον, τῶν πραγμάτων στασιαζομένων, καὶ οὕτω τὴν εἰς τὴν Σικελίαν μετοικεσίαν στείλαμένων. ὁ δὲ Λίδυμος τὸ ἀκριβέστερον τῆς ἱστορίας ἐκτίθεται μάρτυρα Τίμαιον τὸν συντάξαντα τὰ περὶ τῆς Σικελίας (fr. 19 vol. I p. 240 ed. Muell.) προφερόμενος. ἡ δὲ ἱστορία οὕτως ἔχει. Θήρων ὁ τῶν Ἀκραγαντινῶν βασιλεύς Γέλωνι τῷ Ἴρωνος ἀδελφῷ ἐπικηδεύσας γάμῳ συνάπτει τὴν αὐτοῦ θυγατέρα Δημαρέτην, ἀφ’ ἧς καὶ τὸ Δημαρέτειον νόμισμα ἐν Σικελίᾳ. τοῦ δὲ Γέλωνος τελευτᾶν τὸν βίον μέλλοντος Πολύζηλος ἀδελφὸς τὴν στρατηγίαν καὶ τὴν γαμετὴν τοῦ ἀδελφοῦ διαδέχεται κατὰ τὰς Γέλωνος τοῦ ἀδελφοῦ προσταξίας, ὥστε τὸ Θήρωνος εἰς Γέλωνα κῆδος εἰς τὸν Πολύζηλον μετατεθεῖσθαι. λαμπρῷ δὲ αὐτῷ καὶ περιβλέπτῳ τυγχάνοντι κατὰ τὴν Σικελίαν Ἴρων φθονήσας ὁ ἀδελφὸς καὶ πρόφασιν σκηψάμενος τὸν πρὸς Συβαρίτας πόλεμον ἀπελάνυει τῆς πατρίδος. ἀλλὰ καὶ τοῦτον κατώρθωσε τὸν πόλεμον ὁ Πολύζηλος. ὁ δὲ μὴ φέρων γυμνότερον αὐτοῦ κατηγορεῖν ἐπειράτο νεωτερισμοῦ. καὶ οὕτω τὸν Θήρωνα ὑπεραγανακτίσαντα θυγατρὸς ἄμα καὶ γαμβροῦ συζήξαι πρὸς Ἴρωνα πόλεμον παρὰ Γέλλα, τῷ Σικελιωτικῷ ποταμῷ, οὗ Καλλίμαχος μέμνηται· οἱ δὲ Γέλα ποταμῷ ἐπικείμενον ἄστυ (fr. I p. 557). μὴ γε μήν εἰς βλάβην, μηδὲ εἰς τέλος προχωρήσαι τὸν πόλεμον. φασὶ γὰρ τότε Σιμωνίδην τὸν λυρικὸν περιτυχόντα διαλύσαι τοὺς βασιλεῖσι τὴν ἔχθραν. Τοῦτοὺς οἰκείας τοὺς φθόσαςιν εὑρεσθαι τῷ Διὶ φησι τὸν Πίνδαρον ὁ Λίδυμος, ὥστε λοιπὸν αὐτοῖς εἰρηνάτον εἶναι τὸν βίον. πτέ. Quae Boeckhius p. 65 ut sensu cassa nec quidquam novi conti- nentia omisit, Schneiderus l. c. p. 18 n. 7 e laciniis codi- cis supplevit κηδεστήν οὖν ὄντα, φησὶν ὁ Λίδυμος, τὸν Θήρωνα τῷ Πολυζήλῳ παραμυθεῖται ὁ Πίνδαρος. γράφει