Ancient Greek
237.1 to 237.3
Didymus, didymus_schmidt 237.1-3
Unproofread scanNot analysed yet
συγχεησάμενον τὸν Πίνδαρον εὔχεσθαι τοῖς Διοσκούροις. οἱ δέ, ὅτι Ἡρακλῆς ἀποθεούμενος τούτοις ἐπέτρεψε τὸν ἄγῶνα, ὡς καὶ αὐτὸς ὁ Πίνδαρος φησι. τῇ Ἀρισταρχείῳ ἀποδόσει ὁ Δίδυμος μᾶλλον προστίθεται. Ol. Γ 54 Ὀρθωσία, τῇ Ἀρτέμινι. περὶ τῆς Ἀρτέμιδος Ἀπολλόδωρος γράφει. Ὀρθωσία δέ, ὅτι ὀρθοὶ εἰς σωτηρίαν, ἢ ὀρθοὶ τοὺς γενομένους. καὶ ἐν Ἀθήναις ἱδρύται, τὸ ἱερὸν δέ ἐστιν ἐν Κεραμεικῷ. καὶ παρ᾿ Ἡλείοις Ὀρθωσίας Ἀρτέμιδος ἱερὸν, ὡς φησι Δίδυμος. Vrat. A. Ol. E 20 p. 123 Bckh. ὁ Ἰππαρις λέγεται τὰς φύσεις τῶν ὑδάτων ἔχειν οὐχ ὁμοίως, ἀλλὰ τὴν μὲν γλυκεῖαν, τὴν δὲ πικράν, ὅπερ κρυπτῶν ὁ ποιητὴς σκενοὺς ὀχετοὺς λέγει. Ἰππαρις δὲ ποταμὸς Σικελίας.