Ancient Greek
238.5
Didymus, didymus_schmidt 238.5
Unproofread scanNot analysed yet
ib. 153 p. 181 Πολέμων ἐν τῷ περὶ τῶν Θήβησι Ἡρακλείων φησὶ χαλκὸν τὸ ἄθλον εἶναι τοῖς ἐν Ἀρκαδίᾳ Λυκαίοις, ὥστε ἀπὸ κοινοῦ τὰ ἔργα καὶ τὸν χαλκὸν ληπτέον, ὅτε φησὶν ὁ Πίνδαρος· ὁ τ' ἐν Ἄργει χαλκὸς ἔγνω μιν, τὰ τε ἐν Ἀρκαδίᾳ ἔργα Θήβαις. δίδεται γὰρ ἐν ταύταις τρίπους χαλκοῦς. Πολλοὶ δ' ἄγονται ἄγῶνες ἐν Ἀρκαδίᾳ Λύκαια Κόρεια Ἀλεαῖα Ἑρμαῖα· ἐν δὲ Θήβαις τὰ Ἡράκλεια, τὰ δὲ αὐτὰ καὶ Ἰολάεια καλεῖται· ἐν δὲ Βοιωτίᾳ ἐν μὲν Θησπείαις Ἑρώτια, ἐν δὲ ταῖς Πλαταιαῖς τὰ Ἑλευθέρια. ταῦτα Ἀριστόνικος. ὁ δὲ Δίδυμος φησὶ (προστίθησι;) καὶ Ἀμφιαράια ἐν Ὠρωπῷ καὶ Ἀήλια ἐπὶ Ἀηλίῳ καὶ Τροφώνια ἐν Λεβαδείᾳ. Vrat. A.