Ancient Greek
242.1
Didymus, didymus_schmidt 242.1
Unproofread scanNot analysed yet
τιον, μηδε λόγον ἔχειν, τὴν ὑπ’ αὐτοῦ ἄρτι πεπορθμένην ’Ηλιν ἱερὰν καὶ καθαρὰν ποιῆσαι, ἀλλὰ μηδὲ ἱερὸν εἶναι Διὸς ἐν "Ηλιδι, ἀλλ’ ἐν Πίσῃ. ἀπρὸκισθαι δὲ τὴν Πίσαν τῆς ’Ολυμπίας σταδίους ἐξ. Αἴδνμος δὲ κατὰ χώραν ἐὼν τὴν γραφὴν τὸν Πίνδαρον τὴν Πίσαν ’Ηλιν λέγειν φησίν. οἱ γὰρ ’Ηλείοι ὑφ’ ἑαυτῶν ποιησάμενοι τοὺς Πισάτας ’Ηλιν τὴν Πίσαν μετωνόμασαν. εἰ οὖν ἡ Πίσα μετέβαλε, τί ἄν εἴη ἐμποδῶν γράφειν ’Ηλιν; καὶ Καλλίμαχος δὲ τὴν ’Ηλιν ἀντὶ τοῦ τὴν Πίσαν Διὸς οἴκιον εἴπεν·