Ancient Greek
246.1
Didymus, didymus_schmidt 246.1
Unproofread scanNot analysed yet
ἐκ τῆς Πυθίας ὑπὲρ τὸν πόντον διεκώμισεν. ἐλθόντι γὰρ αὐτῷ εἰς Δελφοὺς καὶ χρωμένῳ, πῶς ἀποκαταστήσει τὴν φωνήν, παραλιποῦσα τὸ ἑστηθὲν ἐκέλευσεν αὐτῷ πόλιν κτίζειν ἐπὶ τῆς Λιβύης. τοιούτων οὖν ἐστι τὸ ‘γλώσσαν ἐπεὶ σφιν ἀπένεικεν, ἐπεὶ τὸν χρησμὸν διεκόμισε. κατὰ γὰρ τὸν χρησμὸν διεβίβασεν ὄχλον καὶ ἐκτίσε τὴν Κυρήνην. ἐφυγοι δὲ οἱ λέοντες φοβηθέντες τὸ πλήθος, οὐ τὴν φωνὴν τοῦ Βάττου. οἱ δὲ τὸ ‘γλώσσαν κτλ.’ V 80. καὶ τοῦτο ἑαυτῷ συνάδων ὁ Λίδυμος οὕτως ἀποδίδωσιν· ἐπεὶ δ’ Ἀπόλλων ἔχρησεν οἴκισαι τὴν Κυρήνην, αἴτιος ἐγένετο τοῦ φυγεῖν τοὺς θήρας. οἰκιζομένης γὰρ τῆς πόλεως ἐφυγον. μενόντων δὲ τῶν θηρίων οὐκ ἂν ὡκίσθη ἡ Κυρήνη.