Ancient Greek
246.3
Didymus, didymus_schmidt 246.3
Unproofread scanNot analysed yet
Schol. Pyth. VII 4 p. 392 ἐπεὶ τὶνα οἶκον [ναίω] ὀνυμάζομαι· ἰδίως δὲ τὸ ναίω παρείληπται. ὅθεν τινὲς γράφουσι ναίοντα. ἄλλοι δὲ γράφουσιν οἶκον τ’ ἀτῶν, ὅ ἐστιν ἀκούων, ἀφαιροῦντες τὸ ν· ἕτεροι δὲ πάλιν τὸ μὲν ν αἴρουσι, τὸν δὲ τόνον οὕτω προφέρουσι, αἰῶν’, ἢν ἢ συναλοιφὴ ἀντὶ τοῦ αἰῶνι, οἷον τῷ αἰῶνι ὀνυμάζομαι, τῷ αἰῶνι παρακαταθήσομαι. ὁ δὲ Λίδυμος (Gott. Ἀπολλώνιος, mira varietas; fortassis leg. Λίδυμος Ἀπολλωνίου) ἀπλοῦστερον ἀκούει· αὐτὸς ἐγὼ ναίω ἐν τῇ Ἑλλάδι, ἀντὶ τοῦ οἰκῶν. τὶνα ἐπιφανέστερον οἶκον ὀνυμάζομαι οὐκ ἐξ ἀκοῆς ἀρχοῶς, ἀλλ’ αὐτὸς ἐγὼ ναίω ἐν τῇ Ἑλλάδι τὶνα δυναίμην ἀντ’ αὐτῆς ἐπιφανεστέραν ὀνομάσαι.