Ancient Greek
248.4
Didymus, didymus_schmidt 248.4
Unproofread scanNot analysed yet
ἄλλω μὲν γὰρ ἔδωκε θεὸς πολεμητὰ ἔργα. Nem. B 19 p. 438 ζητεῖται, διὰ τί δήποτε τὰ περὶ Σαλαμῖνα εἰς τοὺς περὶ Τιμόδημον λόγους προήκται. οὐ γὰρ δήπου Σαλαμίνιος ἦν. ἀντικρὺς γὰρ αὐτὸν Ἀχαρνέα φησὶ τὸν δῆμον. Ἀρίσταρχος μὲν οὖν τῆς Αἰαντίδος φυλῆς εἶναι, οὐχ ὀρθῶς δέ, φησίν. οἱ γὰρ Ἀχάρνες τῆς Οἰνητοῦς φυλῆς εἰσίν. οἱ δὲ περὶ Ἀσκληπιάδην φασίν, ὅτι εἰκὸς ἐστὶν εἶναι αὐτὸν τῶν τὴν Σαλαμῖνα κληρουησάντων Ἀθηναίων. εἰκὸς οὖν αὐτὸν γεννηθέντα Ἀθήνησι τεθράφθαι ἐν Σαλαμῖνι. Λίδυμος δέ φησιν, ὅτι ἴσως ἂμεινον λέγειν, ὅτι εἰς Αἴαντα ἀνέφερε τὸ γένος, ὥσπερ καὶ Μιλτιάδης καὶ Κίμων καὶ Ἀλκιβιάδης καὶ Θουκυδίδης ὁ συγγραφεὺς ὁ Ὀλόφου.