Ancient Greek
253.2 to 254.28
Didymus, didymus_schmidt 253.2-254.28
Unproofread scanNot analysed yet
Nem. Z 47 τεθνακότων βοαθόων· πρὸς τὸ ἐν ἀκουστέον ἄχρι τοῦ ἐπεὶ πρᾷδε, καὶ γραπτέον ἐν τῷ ἐ ἐμολεν, ὡς Δίδυμος. τὸ δὲ ὅλον τοιούτον· ἐμολε παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου χθονὸς Νεοπτόλεμος, Πριάμου πόλιν ἐπεὶ πρᾷδεν· τεθνηκότων δὴ τῶν βοηθῶν ἐν Πυθίοις δαπέδοις κεῖται. ὧν θεὸς ἄβρόν αὐξεί λόγον· τεθνακότων βοαθόων τοῦ (sic) παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου μόλεν χθονὸς ἐν Πυθίοισι δὴ (sic) δαπέδοις κεῖται Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πρᾷδεν. ib. 56 Μολοσσία δ’ ἐν βασιλεύεν ὀλίγον χρόνον· παρεκβαίνει δὲ εἰς τὰ Νεοπτολέμου, ὡς μὲν Ἀρίσταρχος, ὅτι νικήσας καὶ χαρισάμενος τὴν ἀνάβησιν τῷ Σωγένει Νεοπτόλεμος ἦν Ἡπειρώτης τὸ γένος, ὅπερ οὐχ οὕτω φησιν ἔχειν ὁ Δίδυμος. ὡς δὲ Ἀριστόδημος (Boeckh. scr. ,vulg. Ἀρίσταρχος), ὅτι ἀλείπτῃ ἐκέχρητο τῷ Νεοπτολέμῳ. διὸ εἰς ἔπαινον τοῦ ὀνόματος τῷ ἡρωικῷ κέχρηται παρεκβάσει. μος δέ, οὐδένα ψέξω, φησί, καὶ ὅτι τοῦτο οὐκ ἀλλότριον λον ἄνδρα ἐπαινέσω καὶ αὐξήσω τὸ κλέος. μ’ ἄνηρ. Inscr. Nem. H ἐνιοὶ φασὶ σταδίεις αὐτὸν τε τὸν Δεινίαν καὶ τὸν πατέρα, καὶ τοῦτο βλέποντα τὸν Πίνδαρον (v. 26) Δεινίδος δισσῶν σταδίων καὶ πατρὸς’ εἰπεῖν. παρέχει δέ, φησὶν ὁ Δίδυμος, τοῦτο ἀπορίαν, τὸ μηδέτερον αὐτῶν ἐν τοῖς Νεμεονίκαῖς ἀναγεγράφθαι. Nem. Θ 95 p. 497 ἀμφ’ ἄκταις Ἑλαφόρου· —περὶ δὲ τούτου τοῦ πολέμου Τίμαιος ἐν τῇ δεκάτῃ δεδήλωκε. τοῦ Πινδάρου, ἀλλὰ . . . πολλά γὰρ αὐτῷ τοιαῦτα εἴρηται. καθάπαξ γάρ, φησὶν ὁ Δίδυμος, οὐδεμίαν ἄλλην μάχην ἔχομεν εὑρεῖν περὶ τὸν Ἑλαφον τῶν συννημακοτῶν τῷ Χρομίῳ τυγάνων, ὅτι μὴ σὺν Ἱπποκράτει τοῦ Γέλωνος πρὸς Συρακουσίους. ὅτι μὲν οὖν Γέλωνα ἱππαρχεῖν κατέστησεν Ἱπποκράτης, σαφὲς ὁ Τίμαιος ποιήσει γράφων οὕτως· Ἱπποκράτης δὲ μετὰ τὴν Κλεάνδρου τελευτὴν ἅμα μὲν τοῦ Γέλωνος ἐν τῇ τεταγμένῃ μεμενηκὸς, ἅμα δὲ τοῖς Γελωίοις χαρίσασθαι βουλόμενος, μεταπεμψάμενος αὐτὸν καὶ παρακαλέσας πρὸς τὰς πράξεις, ἀπάντων τῶν ἱππέων ἐπιμέλειαν ἐκείνῳ παρέδωκε. ὡς δὲ καὶ ὁ Γέλων τοῦτο δὲ λέγει, παρὸ εἰώθασιν οἱ πολῖται ἀεὶ φθονεῖν τοῖς