Ancient Greek
257.1 to 257.2
Didymus, didymus_schmidt 257.1-2
Unproofread scanNot analysed yet
Schol. Isthm. A 52 p. 520 ἀ νιν ἐρειδόμενον· ἀμφίβολον δέ ἐστι, φησίν ὁ Λίδνμος, πότερον τὸν Ἡρόδοτον ἢ τὸν Ἀσωπόδαρον λέγει· δύναται γὰρ ἐπ’ ἀμφοτέρας ἀκούεσθαι συντυχία. ib. 60 —βέλτιον δέ φησιν ὁ Λίδνμος τὸ εὐρόντεσσι τὸν ἀγάνορα κόμπον, τουτέστι τὸν ὕμνον εἰς τοὺς δαπάνη καὶ ἔργῳ κεκτημένους τὴν ἀρετὴν μὴ φθονεῖν. ὥστε καὶ τὸν Πίνδαρον μὴ δεῖν φθονεῖσθαι· διὰ τοὺς εἰς τὸν Ἡρόδοτον ἐπαίνους. λέγει δ’ ἂν ἀγάνορα κόμπον τὸν ἐκ τῶν ἀγαθῶν ἐπαίνον τὸν ἐκ τῶν ποιημάτων· τοῦτο δὲ σαφὲς ἐκ τοῦ ἐπιφερομένου.