Ancient Greek
261.6
Didymus, didymus_schmidt 261.6
Unproofread scanNot analysed yet
(9) ib. 1225 Λίδυμος· ‘καὶ δῆλός ἐστιν, ὡς τι σημαντῶν νέον.’ (10) Athen. II p. 70 C Λίδυμος δ’ ὁ γραμματικός ἐξηγούμενος παρὰ τῷ Σοφοκλεῖ τὸ κύναρος ἄκανθα ‘μήποτε, φησί, τὴν κυνόσβατον λέγει, διὰ τὸ ἀκανθώδες καὶ τραχὺ εἶναι τὸ φυτόν. καὶ γὰρ ἡ Πυθία ξυλίνην κύνα αὐτὸ εἶπε καὶ ὁ Λοκρὸς χρησμὸν λαβὼν ἐκεῖ πόλιν οἰκίζειν, ὅπου ἂν ὑπὸ ξυλίνης κυνὸς δηχθῇ, καταμυχθεὶς τὴν κνήμην ὑπὸ κυνόσβατον ἐκτίσε τὴν πόλιν. ἐστὶ δὲ ὁ κυνόσβατος μεταξὺ θάμνου καὶ δένδρου, ὡς φησι Θεόφραστος καὶ τὸν καρπὸν ἔχει ἐρυθρὸν παραπλήσιον τῇ φοιᾷ· ἔχει δὲ καὶ τὸ φύλλον ἀγνώδες. Cf. p. 88.