Ancient Greek
263.4
Didymus, didymus_schmidt 263.4
Unproofread scanNot analysed yet
10 Med. 276 p. 357 Παρμενίσκος γράφει κατὰ λέξιν οὕτως: ταῖς δὲ —ὀργήν. Δίδυμος δὲ ἐναντιοῦται τούτῳ (sic Flor. 15 τούτων Flor. 6) καὶ παρατίθεται τὰ Κρεωφύλου ἔχοντα οὕτως: τὴν γὰρ Μηδείαν λέγει διατρίβουσαν ἐν Κορίνθῳ τὸν ἄρχοντα τότε τῆς πόλεως ἀποκτεῖναι φαρμάκοις, δεῖσασαν δὲ τοὺς φίλους καὶ τοὺς συγγενεῖς αὐτοῦ φυγεῖν εἰς Ἀθήνας, τοὺς δὲ νιούς, ἐπεὶ νεώτεροι ὄντες οὐκ ἠδύναντο ἀκολουθεῖν, καθίσαι (sic Matth. ,καθιεῖν codd.) ἐπὶ τὸν βωμὸν τῆς Ἀκραίας Ἥρας, νομίσασαν τὸν πατέρα αὐτῶν φροντεῖν τῆς σωτηρίας αὐτῶν. τοὺς δὲ Κρέοντος οἰκεῖους ἀποκτεῖναντας αὐτοὺς διαδοῦναι λόγους, ὅτι ἡ Μήδεια οὐ μόνον τὸν Κρέοντα, ἀλλὰ καὶ τοὺς ἑαυτῆς παῖδας ἀπέκτεινε. γεγενηναι δὲ παραπλήσιον μυθεύεται καὶ περὶ τὸν Ἀδωνιν.