Ancient Greek
265.3
Didymus, didymus_schmidt 265.3
Unproofread scanNot analysed yet
(18) 870 IV p. 204 M. καὶ Ἀήμνον ἄρδην. —ὁ δὲ Δίδυμος οὕτως· Πελασγοὶ ἐπιθέμενοι ποτε ταῖς Ἀθήναις πολλοὺς τῶν ἐξ Ἀθηνῶν ἀρπάσαντες ἤγαγον εἰς Ἀήμνον, ἐν οἷς καὶ γυναῖκας Ἀττικὰς, αἵς παλλακίσι χρησάμενοι ἔσχον παῖδας. οὓς αἱ μητέρες τῶν τε πατέρων τὴν γλῶτταν καὶ τὰ ἤθη ἐδίδαξαν· οἱ δὲ συνήρχοντο τότε ἀλλήλοις, καὶ εἴ τις τύπτοι ἀπ’ αὐτῶν τινα ἐβόηδουν ἅπαντες. καὶ μετὰ ταῦτα αἱ Ἀήμνιαι γυναῖκες τοὺς σὺν Θόαντι πάντας ἀπέκτειναν. δι’ ἀμφοτέρα οὖν ταῦτα ἡ παροιμία ἐδόθη, τὰ Ἀήμνια κακά.