Ancient Greek
275.1 to 277.3
Didymus, didymus_schmidt 275.1-277.3
Unproofread scanNot analysed yet
1369 (1363). Σύμμαχος —Λίδυμος δέ· ἀντὶ τῆς πτέρυγος ἀσπίδα δίδωσιν αὐτῷ, ἀντὶ δὲ τοῦ πλήκτρου ξίφος. ἠλθε γὰρ ὡς ἀλεκτρυῶν πτερωθῆναι, ἐπεὶ ἐχεῖνοι τοὺς πατέρας τύπτουσιν. 1379. τί δεῦρο πόδα σὺ κυλλόν· ἄλλως· Λίδυμος μὲν κύκλον, ἐπεὶ κυκλίῶν ἀσμάτων ποιητὴς ἐστι. κυλλὸν δέ, ἐπεὶ χωλός ἐστιν. εἰρηται δὲ περὶ αὐτοῦ ἐν Βατραχοῖς. ὁ δὲ Ἀριστοτέλης ἐν ταῖς Διδασκαλίαις δύο φησὶ γεγονέναι· —Σύμμαχος οὕτως· Εὐφρόνιος καὶ πτέ. De hoc loco quid statuam dicam infra. 1528 (1520). Ἰλλυριοί· Λίδυμος, ὥσπερ βάρβαροι. ἀνέπλασε δὲ τι γένος θεῶν βαρβάρων Τριβαλλῶν ἀνώτατον (ἀνώτερον MS. Bentl.) ,οἷον ὥσπερ ἐπὶ τῶν ἀνθρώπων βάρβαρα ἔθνη ποφρώτατω καθεστηκασί. περὶ δὲ Θράκην εἰσὶν οἱ Ἰλλυριοί. 1684 (1677). καὶ μεγάλα· τὴν καλὴν καὶ μεγάλην Βασιλείαν γαμεῖν. οὕτω Λίδυμος. 1687 (1680). ὥσπερ αἱ χελιδόνες· Σύμμαχος —ὁ δὲ Λίδυμος οὕτω· καταλλήλως εἶχεν, εἰ ἔλεγεν, ὡς τὰς χελιδόνας. θέλει δὲ λέγειν, εἰ μὴ βαδίζει πρὸς τὰς χελιδόνας. διὸ καὶ ἐποίησε· οὐκοῦν παραδοῦναι ταῖς χελιδόσι λέγει. ἐπειδὴ καὶ αὐτὸς πρὸς αὐτὰς βαδίζει εἰς Νεφελοκοκκυγίαν. 1711. ἡ γλῶσσα χωρίς· Σύμμαχος. —Λίδυμος δέ· ἐν ταῖς θυσίαις χωρὶς ἡ γλῶσσα ἐτέμνετο, οὐ μετὰ τῶν ἄλλων σπλάγχνων. καὶ Ὀμηρος· ἄλλ᾽ ἄγε τάμνετε μὲν γλώσσας· ἐγένετο δὲ τοῦτο δι᾽ ἄλλην αἰτίαν, οὕτως δὲ βούλεται λέγειν, ὅτι ἐξεβλήθη ἐκ τῶν σπλάγχνων διὰ τοὺς ῥήτορας ἡ γλῶσσα, ἐπεὶ ταύτη τοὺς ἄλλους κακοποιοῦσιν. Homeri locus est γ 332. 341, cf. schol. p. 105. 6 sq. Buttm, 831. τὰς ἐνδιαεριανερινηχέτους· —Λίδυμος δὲ πεπλάνηται λέγων ἀνερινηχέτους (Rav. ἀνερι-). οὐ γὰρ λέγουσιν ἀνέρα (id. ἀὔερα) οὕτοι. 929 (931). οἱ καθήμενοι ὑπὸ τοῦ δέους· —τὸ γὰρ ὅτι ὀδυρομένων ἐστὶν ἐπίρθηγμα καὶ δυσχεραινόντων. Λίδυμος δὲ ἐν ἐκτάσει. οἱ γὰρ φοβούμενοι (οἱ) οὕτω λέγουσιν. 1253. συρμαίαν μετρεῖν· οἱ μὲν ἀξιοῦσι χυλὸν βοτάνης εἶναι τὴν συρμαίαν, ἢ χρῶνται Αἰγύπτιοι πρὸς διάφροιαν, τινὲς δὲ τὸν λεγόμενον ξυνθόν, ὡς καὶ φησι Λίδυμος. ἄλλως. φαίνονται τοῦ χυλοῦ τῆς συρμαίας πίνειν οἱ Αἰγύπτιοι πρὸς διάφροιαν. ὡς Λίδυμος, ἄλμαία ἐκ φαφανίδων Αἰγυπτιακὴ πρὸς κάθαρσιν ἐπιτήδειος.