Ancient Greek
284.1 to 284.6
Didymus, didymus_schmidt 284.1-6
Unproofread scanNot analysed yet
λαμβάνονται τινες τοῦ ποιητοῦ ἐκ τῶν Ὀμηρικῶν· ἐπεὶ ἐκεῖνος μίαν γεγονέναι τῷ Μενελάῳ τὴν Ἑρμιόνην φησίν, οὗτος δὲ διπλοὺς ὁμομηتریους φησίν αὐτῷ γεγονέναι. ὅμως (οὐ συμφωνεῖ αὐτῷ Ἡσίοδος· ἡ τέκεδ᾽ Ἑρμιόνην δουριχλεῖτῳ Μενελάῳ, ὁπλῶτατον δ᾽ ἔτεκεν Νικόστρατον ὃςον Ἄργος. οὐ περὶ μεγάλων δὲ αἱ τοιαῦται διαφωνίαι τοῖς ποιήμασιν, ὥστε οὐ πάνυ δεῖ αὐτοῖς ἐπὶ τῶν τοιούτων ἐνοχλεῖν ἀφεμένους τῶν ἀναγκαιοτέρων, ἅπερ παρατηρεῖν ἔχρῃν. ταῦτα δὲ ἐστὶ τὰ ἠθικὰ καὶ χρήσιμα ἡμῖν τοῖς ἐπιτυγχάνουσιν. οὐ δεῖ δὲ διαφωνίαν δοκεῖν εἶναι πρὸς τὸν Ὅμηρον, ἐπεὶ φησιν ἐκεῖνος (δ δεῖπνήσας, ὡς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνη. ἥρκει γὰρ τὰ ὅλα συμφωνεῖν τῷ πράγματι. τὰ γὰρ κατὰ μέρος ἐξουσίαν ἔχει ἕκαστος ὡς βούλεται πραγματεύσασθαι, εἰ μὴ τὸ πᾶν βλάπτῃ τῆς ὑποθέσεως. ἀπειρόχαλον τὸ λέγειν, ὅτι ὃν τρόπον τὰ κατὰ μέρος τῆς Ἰθάκης ἢ Ἀθηνᾶ ἔδειξε τῷ Ὀδυσσεῖ, οὕτως ἔδει καὶ τὸν παιδαγωγὸν τῷ Ὀρέστῃ δεῖξαι.