Ancient Greek
321.9
Didymus, didymus_schmidt 321.9
Unproofread scanNot analysed yet
p. 285), ἐξ ὧν πιθανὸν καὶ αὐτὸν ἐσχηκέναι. πλησίον δὲ τρήσεως, λέγοντα πέντε γένῃ εἶναι αὐλῶν παρθενίους παιδικούς κιθαριστηρίους τελείους ὑπερτελείους. ἐλλείπειν οὖν δεῖ παρὰ τῷ Ἴωνι τὸν τὲ σύνδεσμον, ἔν’ ἡ μάγadis αὐλὸς ὁ προσανλούμενος τῇ μαγᾶδι. ἡ γὰρ μάγadis ὀργανὸν ἐστι ψαλτικόν, ὡς Ἀνακρέων φησί, Λυδῶν τε εὐῆσμα. διὸ καὶ τὰς Λυδὰς ψαλτρίας φησιν εἶναι ὁ Ἴων ἐν τῇ Ὀμφάλῃ διὰ τούτων· ‘ἀλλ’ εἰα Λυδαὶ ψάλτριαι παλαιέτων ὕμνων ἀοιδοὶ τὸν ξένον κοσμήσατε κτλ.’ :(Wagn. fr. trag. min. vol. III p. 30).