Ancient Greek
329.1
Didymus, didymus_schmidt 329.1
Unproofread scanNot analysed yet
Hermog. π. ἰδ. β 7 ap. Walz. rhett. Graec. III p. 385 περὶ δὲ Ἀντιφῶντος λέγοντας ἀνάγκη προειπεῖν, ὅτι, καθάπερ ἄλλοι τέ φασιν οὐχ ὀλίγοι καὶ Λίδυμος ὁ γραμματικός, πρὸς δὲ καὶ ἀπὸ τῆς ἱστορίας φαίνεται, πλείους μὲν γεγόνασιν Ἀντιφῶντες, δύο δὲ οἱ σοφιστεύσαντες, ὧν καὶ λόγου ἀνάγκη ποιήσασθαι. ὧν εἷς μὲν ἐστὶν ὁ ῥήτωρ, οὗπερ οἱ φονικοὶ φέρονται λόγοι καὶ ὁ περὶ ὁμονοίας καὶ οἱ δημηγορικοὶ καὶ ὁ πολιτικὸς καὶ ὅσα τοιούτοις ὅμοια. ἕτερος δὲ ὁ καὶ τερατοσκόπος καὶ ὄνειροκρίτης λεγόμενος γενέσθαι, οὗπερ οἱ περὶ τῆς ἀληθείας λέγονται λόγοι.