Ancient Greek
340.5
Didymus, didymus_schmidt 340.5
Unproofread scanNot analysed yet
Βίος Θουκυδίδου. Marcellin. §. 2 Θουκυδίδης τοίνυν ὁ συγγραφεὺς Ὀλόρου μὲν προῆλθε πατρὸς τὴν ἐπωνυμίαν ἔχοντος ἀπὸ Ὀλό- ρον τοῦ Θρακῶν βασιλέως καὶ μητρὸς Ἥγησιπύλης, ἀπόρονος δὲ τῶν εὐδοκιμοτάτων στρατηγῶν, λέγω δὴ τῶν περὶ Μιλτιάδην καὶ Κίμωνα. ὡκείωτο γὰρ ἐκ παλαιοῦ τῷ γένει πρὸς Μιλτιάδην τὸν στρατηγόν, τῷ δὲ Μιλτιάδῃ πρὸς Ἀιακὸν τὸν Διός. οὕτως αὐξεῖ τὸ γένος ὁ συγγραφεὺς ἄνωθεν. καὶ τούτοις Λίδυμος μαρτυρεῖ, Φερεκύδην ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν φάσκον οὕτως λέγειν· `Φίλαιος δὲ ὁ Αἴαντος οἰκεῖ ἐν Ἀθήναις. ἐκ τούτου δὴ γίνεται Λαϊκλῆς, τοῦ δὲ Ἐπίλυκος, τοῦ δὲ Ἀκέστωρ, τοῦ δὲ Ἀγήνωρ, τοῦ δὲ Ὀλιος, τοῦ δὲ Λύκης, τοῦ δὲ Ἰοφῶν, τοῦ δὲ Λάιος, τοῦ δὲ Ἀγαμήστωρ, τοῦ δὲ Τίσανδρος, [ἐφ’ οὐ ἄρχοντος ἐν Ἀθήναις] τοῦ δὲ Μιλτιάδης, τοῦ δὲ Τίσανδρος, τοῦ δὲ Ἰπποκλείδης, ἐφ’ οὐ ἄρχοντος Παναθήναια ἐτέθη, τοῦ δὲ Κύψελος, τοῦ δὲ Μιλτιάδης, ὃς ὤκισε Σεφύσινον’. μαρτυρεῖ δὲ τούτοις καὶ Ἑλλάνικος ἐν τῇ ἐπιγραφομένῃ Ἀσωπίδι.