Ancient Greek
342.2
Didymus, didymus_schmidt 342.2
Unproofread scanNot analysed yet
Marcellin. §. 32 Λίδυμος δ' ἐν 'Αθήναις, ἀπὸ τῆς φυγῆς ἐλθόντα βιαίῳ θανάτῳ. τοῦτο δὲ φησι Ζώπυρον ἱστορεῖν. τοὺς γὰρ 'Αθηναίους κάθοδον δεδωκέναι τοῖς φυγάσι πλὴν τῶν Πεισιστρατιδῶν μετὰ τὴν ἥτταν τὴν ἐν Σικελίᾳ· ἥκοντα οὖν αὐτὸν ἀποθανεῖν βίᾳ καὶ τεθῆναι ἐν τοῖς Κιμωνίοις μνήμασιν. καὶ καταγινώσκειν ἐφη τῶν νομῖζόντων αὐτὸν ἐκτὸς μὲν τετελευτηκέναι, ἐπὶ γῆς δὲ τῆς 'Αττικῆς τεθᾶφθαι. ἢ γὰρ οὐκ ἂν ἐτέθη ἐν τοῖς πατρῴοις μνήμασιν ἢ κλέρδην τεθεὶς οὐχ ἂν ἐτυχεν οὔτε στήλης οὔτε ἐπιγράμματος, ἢ τῷ τάφῳ προσκειμένῃ τοῦ συγγραφέως μηνύσι τοὔνομα. ἀλλὰ δῆλον ὅτι κάθοδος ἐδόθη τοῖς φεύγουσι, ὡς καὶ Φιλόχορος λέγει καὶ Δημήτριος ἐν τοῖς ἀρ-