Ancient Greek
360.2
Didymus, didymus_schmidt 360.2
Unproofread scanNot analysed yet
Choerobosc. ap. et. m. 230, 4 γῆδιον· τριῶν ὄντων τῶν πρωτοτύπων γῆ καὶ γαῖα καὶ γέα, ἐκ ποίου τούτων γέγονε τὸ γῆδιον; λέγει δὲ ὁ Λίδυμος, ὅτι ἐστὶ γέα διὰ τοῦ ε. καὶ ἐπειδή, ἵνινα ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ φωνήεντος ἄρχεται καὶ παραλήγει τῷ ε τὸ ο (?ἢ τῷ ο), τότε γίνεται διὰ τοῦ διον ἡ παραγωγή καὶ προσέχεται κατὰ τὴν παραλήγουσαν τὸ ι. οἷον πράεως πραξείδιον, λέξεως λεξειδίον, βοῦς βοός βοϊδιον, νοῦς νοός νοϊδιον, οὕτως οὖν γέα γειδίον διὰ τῆς ει διφθόγγου καὶ κατ’ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς η γῆδιον διὰ τοῦ η καὶ ι, ὥσπερ εἰκάσω ἡκαζον καὶ εἰδεὶν ἡδειν.