Ancient Greek
394.1
Didymus, didymus_schmidt 394.1
Unproofread scanNot analysed yet
Clem. Alex. Strom. IV p. 380 D (Heins.) =523 B Sylb. ναι μὴν Λίων ὁ φιλόσοφος Ἀνσιδίκην τινὰ γυναῖκα ἱστορεῖ δι’ ὑπερβολὴν αἰδοῦς αὐτῷ χιτῶνι λουέσθαι, Φιλστέραν δέ, ὁπότε μέλλοι εἰσιέναι τὴν πύλεον, ἡσύχῃ ἐπαναστέλλεσθαι τὸν χιτῶνα, καθόσον τὰ γυμνὰ τὸ ὕδωρ ἐσκεπεν, εἶτα κατ’ ὀλίγον αὐθὶς ἀνιοῦσαν ἐπενδύσασθαι. ἢ γὰρ οὐχὶ καὶ βασιάνους ἤνεγκεν ἀνδρείως Λέαινα ἢ Ἀττικὴ συνειδυία αὐτῇ τοῖς ἀμφὶ τὸν Ἀρμόδιον καὶ Ἀριστογείτονα τὴν κατὰ Ἱππάρχον ἐπιβολήν, οὐδ’ ὅπως τι οὖν ἐξεῖπεν ἐν μᾶλα στρεβλουμένη; φασὶ δὲ καὶ τὰς Ἀργολικὰς ἠγουμενῆς αὐτῶν Τελεσίλλας τῆς ποιητρίας Σπαρτιάτας τοὺς ἀλκίμους τὰ πολέμια φανείσας μόνον τρέφεσθαι καὶ ἐκείναις τὸ ἀδεὲς τοῦ θανάτου περιποιήσασθαι. τὰ δμοια λέγει καὶ ὁ τὴν Λαναῖδα πεποιηκὼς ἐπὶ τοῦ Λαναοῦ θυγατέρων ὡδε·