Ancient Greek
420.2
Didymus, didymus_schmidt 420.2
Unproofread scanNot analysed yet
Et. m. 178, 3 cod. Par. 2630 ἄφενος —ἢ ἀπενος τὸ μὴ ἐν πενίᾳ, ἀλλ’ ἐν περιουσίᾳ χρημάτων. Et. m. 179, 13 Gud. 97, 37 Cram. anecdd. Ox. I 37, 11 et. Angel. col. 12 p. VIII ed. Ritschel. ’Αφροδίτη—ὁ δὲ Λίδυμος παρὰ τὸ ἄβρον τῆς διαίτης· τὸ γὰρ β τοῦ φ συγγενὲς ἐστιν. δῆλον ἐκ τοῦ τοὺς Μακεδόνας τὸν Φίλιπ-πον Βίλιππον καλεῖν καὶ τὸν φαλακρὸν βαλακρὸν καὶ τὸν Κεφαληνὸν Κεβαληνὸν καὶ τοὺς Φρύγας Βρύγας καὶ τοὺς ἀνέμους διὰ τὸ φυσᾶν φυσητὰς ὄντας βύκτας. καὶ Ὀμηρος· ‘βυκτῶν ἀνέμων κατέδησε κελεύθους.’ διχῶς δὴ ἡ ἄβρο-διάιτος· ὅτι δὲ αὕτη διὰ κάλλος χλιδῆς, ἢ ὅτι κατεχόμε-νοι τῇ θεᾷ ἄβροί καὶ πολυτελεῖς. οὕτω Λίδυμος.