Ancient Greek
423.1
Didymus, didymus_schmidt 423.1
Unproofread scanNot analysed yet
Phot. 194, 1 Κυψελιδῶν ἄνᾶθημα ἐν Ὀλυμπία· (Suid.) ἐν Φαίδρῳ (Plat. Phaedr. p. 236 B) —ὡς Ἄγακλιντος ἐν τῷ περὶ Ὀλυμπίας φησιν οὕτως —Λίδυμος δὲ κατασκευάσαι τὸν κολοσσὸν φησὶν Περίανδρον, ὑπὲρ τοῦ τῆς τρυφῆς καὶ τοῦ θράσους ἐπίσχειν τοὺς Κορινθίους· καὶ γὰρ Θεόφραστος ἐν τῷ περὶ καιρῶν β λέγει οὕτως· ἕτεροι δὲ εἰς ἀνδρωδέστερα καταδπανῶντες, οἷον στρατείας ἐξάγοντες καὶ πολέμους ἐπαναιρούμενοι, καθάπερ καὶ Διονύσιος ὁ τύραννος· ἐκεῖνος γὰρ οὐ μόνον ᾤετο δεῖν τὰ τῶν ἄλλων καταναλίσκειν, ἀλλὰ καὶ τὰ αὑτοῦ, πρὸς τὸ μὴ ὑπάρχειν ἐφόδια τοῖς ἐπιβουλεύουσι. εἰσὶν δὲ καὶ αἱ πυραμίδες ἐν Αἰγύπτῳ καὶ ὁ τῶν Κυψελιδῶν κολοσσὸς καὶ πάντα τὰ τοιαῦτα τὴν αὐτὴν καὶ παραπλησίαν ἔχειν διάνοιαν. φέρεται δὲ τι καὶ ἐπίγραμμα τοῦ κολοσσοῦ· «εἰμὶ ἐγὼ χρυσοῦς σφυρήλατός εἰμι κολοσσός, ἐξώλης εἶν Κυψελιδῶν γενεά.» ὅπερ Ἀπελλᾶς ὁ Ποντικὸς οὕτω προφέρεται· «εἰμὶ ἐγὼ ναξὸς παγχρύσεός εἰμι κολοσσός, ἐξώλης εἶν Κυψελιδῶν γενεά.» Leg. Ἄξιος εἰμὶ ἐγών.