Ancient Greek
99.1
Didymus, didymus_schmidt 99.1
Unproofread scanNot analysed yet
s. vv. ἄττᾶραγος, λαμπυρίς et πυρολαμπίς. —Ψαλύγων Λέξις τραγική. Eundem librum, quem τραγικὴν λέξιν inscriptum habuit Harpocratio, τραγῳδουμένης λέξεως inscriptione insignitum evolvere licuit Macrobio Sat. V 18 ‘Cur autem sic loqui soliti sint, Ephorus, notissimus scriptor historiarum, libro II ostendit his verbis, τοὺς μὲν οὖν ἄλλους ποταμοὺς οἱ πλησιοχώροι μόνον θύουσι· τὸν δὲ Ἀχελῶον μόνον ἅπαντας ἀνθρώπους συμβέβηκε τιμᾶν οὐ τοῖς κοινοῖς ὀνόμασιν ἀντὶ τῶν ἰδίων, τοῦ Ἀχελώου τὴν ἰδίαν ἐπωνυμίαν ἐπὶ τὸ κοινὸν μεταφέροντες. Τὸ μὲν γὰρ ὕδωρ ὅλως, ὅπερ ἐστὶ κοινὸν ὄνομα, ἀπὸ τῆς ἰδίας ἐκείνου προσῃγορίας Ἀχελῶον καλοῦμεν, τῶν δὲ ἄλλων ὀνομάτων τὰ κοινὰ πολλάκισ ἀντὶ τῶν ἰδίων ὀνομάζομεν, τοὺς μὲν Ἀθηναίους Ἕλληνας, τοὺς δὲ Λακεδαιμονίους Πελοποννησίους ἀποκαλοῦντες. Τούτου δὲ τοῦ ἀπορήματος οὐδὲν ἔχομεν αἰτιώτατον εἰπεῖν, ἢ τοὺς ἐκ Δωδῶνης χρησμούς. Σχεδὸν γὰρ ἐφ’ ἅπασιν αὐταῖς προσάγειν ὁ θεὸς εἴωθεν Ἀχελῶω θύειν, ὥστε πολλοὶ νομίζοντες, οὐ τὸν ποταμὸν τὸν δι’ Ἀκαρνανίας θέοντα, ἀλλὰ τὸ σύνολον ὕδωρ Ἀχελῶον ὑπὸ τοῦ χρησμοῦ καλεῖσθαι, ἰδιοῦνται τὰς τοῦ θεοῦ προσῃγορίας. Σημεῖον δέ, ὅτι πρὸς τὸ θεῖον ἀναφέροντες οὕτω λέγειν εἴωθαμεν. Μάλιστα γὰρ τὸ ὕδωρ Ἀχελῶον προσαγορευόμεν ἐν τοῖς