Ancient Greek · ~4 min
1 to 4
DIEUCHIDAS, Fragmenta 1-4
Not analysed yet
Διευχίδας τε ὁ Μεγαρικὸς τὴν ἀρχὴν τοῦ λόγου ἐκ τῆς Ἑλλανίκου Δευκαλιωνίας μετέλαβεν. Ἀγυιᾶς . . . Ἀγυιεὺς δέ ἐστι κίων εἰς ὀξὺ λήγων, ὃν ἱστᾶσι πρὸ τῶν θυρῶν. Ἰδίους δὲ εἶναί φασιν αὐτοὺς Ἀπόλλωνος, οἱ δὲ Διονύσου, οἱ δὲ ἀμφοῖν. . . . Φασὶ δ ̓ αὐτὸ ἴδιον εἶναι Δωριέων, ὡς δῆλον ποιεῖ Διευχίδας (codd. Δευχίδας; em. Casaub.) ἐν τῇ γʹ τῶν Μεγαρικῶν. Περὶ τοῦ ἀγυιέως Ἀπόλλωνος Διευχίδας (Διευτυχίδας cod. Ven. ; ἰδίως εὐτυχίας Ald.) οὕτως γράφει· «Ἐν δὲ τῷ ἰατρῷ τοῦτο διαμένει, καὶ ἔτι καὶ νῦν ἐστιν ὡς ἀγυιεὺς τῶν Δωριέων οἰκησάντων ἐν τῷ τόπῳ ἀνάθημα. Καὶ οὗτος καταμηνύει ὅτι Δωριέων ἐστὶ τὰ τῶν Ἑλλήνων· τούτοις γὰρ ἐπὶ τὰς στρατιὰς* φάσματος οἱ Δωριεῖς ἀπομιμούμενοι τὰς ἀγυιὰς ἱστᾶσιν ἔτι καὶ νῦν τῷ Ἀπόλλωνι.» Διευχίδας (sic Boeckh. pro vg. Διευτυχίδας) δὲ ἐν τῷ τρίτῳ τῶν Μεγαρικῶν τὸ μὲν κενήριον Ἀδράστου ἐν Σικυῶνί φησιν, ἀποκεῖσθαι δὲ αὐτὸν ἐν Μεγάροις. Διευχίδας γὰρ ἐν τετάρτῳ Μεγαρικῶν περὶ τὸ διακοσιοστὸν ἔτος ὕστερον τῆς Ἰλίου ἁλώσεως τὴν ἀκμὴν Λυκούργου φέρει.