Ancient Greek · ~2 min
Section 100
Dinarchus, Κατὰ Δημοσθένους 100
Not analysed yet
τί γάρ ἐστι ῥήτορος δημοτικοῦ καὶ μισοῦντος τοὺς κατὰ τῆς πόλεως λέγοντας καὶ γράφοντας; ἢ τί φασι τοὺς πρὸ ὑμῶν γεγενημένους, ὦ Δημόσθενες καὶ Πολύευκτε, διατελεῖν ποιοῦντας; καὶ ταῦτʼ οὐδενὸς δεινοῦ τότε τὴν πόλιν περιεστηκότος. οὐ κρίνειν ἀλλήλους; οὐκ εἰσαγγέλλειν; οὐ γράφεσθαι παρανόμων; ἔστιν οὖν ὅ τι πεποιήκατε τούτων ὑμεῖς οἱ φάσκοντες τοῦ δήμου κήδεσθαι καὶ τὴν σωτηρίαν ὑμῖν ἐν τῇ τούτων εἶναι ψήφῳ;