Ancient Greek · ~2 min
Section 103
Dinarchus, Κατὰ Δημοσθένους 103
Not analysed yet
ὑμεῖς δʼ ἐν τοῖς ἔξω τὰς ἐλπίδας ἔχετε, ἁμιλλώμενοι ταῖς κολακείαις πρὸς τοὺς ὁμολογοῦντας ὑπὲρ Ἀλεξάνδρου πράττειν καὶ δῶρʼ εἰληφέναι παρὰ τῶν αὐτῶν ὧνπερ νῦν ἀποπέφαγκεν ὑμᾶς ἡ βουλή, καὶ σύ, πάντων ἐναντίον τῶν Ἑλλήνων διειλεγμένος Νικάνορι καὶ κεχρηματικὼς [ἐν Ὀλυμπίᾳ] περὶ ὧν ἐβουλήθης, ἐλεεινὸν νῦν σεαυτὸν κατασκευάζεις προδότης ὢν καὶ δωροδόκος, ὡς ἐπιλησομένους τούτους τῆς σῆς πονηρίας, καὶ οὐ δώσων δίκην ὑπὲρ ὧν εἴληψαι πεποιηκώς,