Ancient Greek · ~1 min
Section 105
Dinarchus, Κατὰ Δημοσθένους 105
Not analysed yet
ὁρᾶτε, ὦ Ἀθηναῖοι, τί μέλλετε ποιεῖν. παρειλήφατε παρὰ τοῦ δήμου τὸ πρᾶγμα, τὸ γεγενημένον εἰδότος, τιμωρίας δʼ ἕνεκα τῆς κατὰ τῶν ἐνόχων ὄντων ταῖς ἀποφάσεσι Δημοσθένης εἰσάγεται πρῶτος. κατηγορήκαμεν ἡμεῖς, οὐδὲν οὐδενὶ καταχαρισάμενοι τῶν κοινῶν δικαίων.