Ancient Greek · ~2 min
Section 107
Dinarchus, Κατὰ Δημοσθένους 107
Not analysed yet
ἢ πᾶσιν ἀνθρώποις παράδειγμα ἐξοίσετε κοινὸν ὑπὲρ τῆς πόλεως, ὅτι μισεῖτε τοὺς προδότας καὶ τοὺς χρημάτων ἕνεκα προϊεμένους τὰ τοῦ δήμου συμφέροντα; ταῦτα γὰρ ἅπαντʼ ἐστὶν ἐφʼ ὑμῖν νῦν, καὶ πεντακόσιοι καὶ χίλιοι ὄντες τὴν ἁπάσης τῆς πόλεως σωτηρίαν ἐν ταῖς χερσὶν ἔχετε, καὶ ἡ τήμερον ἡμέρα καὶ ἡ ὑμετέρα ψῆφος πολλὴν ἀσφάλειαν τῇ πόλει καταστήσει τὰ δίκαια ὑμῶν ἐθελόντων κρίνειν, ἢ μοχθηρὰς ἐλπίδας ποιήσετε πάντας ἔχειν τοιαῦθʼ ὑμῶν ἔθη καθιστάντων.