Ancient Greek
Section 112
Dinarchus, Κατὰ Δημοσθένους 112
Not analysed yet
καὶ ὅταν ἀναβαίνῃ τις συνηγορήσων Δημοσθένει. λογίζεσθʼ ὅτι οὗτος ὁ ἄνθρωπος, εἰ μὲν μὴ ἔνοχος ὢν ταῖς μελλούσαις ἀποφάσεσιν ἀναβαίνει, κακόνους ἐστὶ τῇ πολιτεία, καὶ τοὺς ἐπὶ τῷ δήμῳ δῶρα λαμβάνοντας οὐ βουλόμενος δίκην δοῦναι καὶ τὴν κοινὴν τῶν ὑμετέρων σωμάτων φυλακήν, ἐφʼ ᾗ τέτακται τὸ ἐν Ἀρείῳ πάγῳ συνέδριον, καταλυθῆναι βούλεται καὶ συγκεχύσθαι πάντα τὰ ἐν τῇ πόλει δίκαια· εἰ δὲ ῥήτωρ ἢ στρατηγός, οἳ τὴν προσδοκωμένην καθʼ αὑτῶν ἀπόφασιν ἄπιστον βουλόμενοι γενέσθαι συνηγοροῦσιν, οὐ προσεκτέον ὑμῖν ἐστι τοῖς τούτων λόγοις, εἰδότας ὅτι ἐκ πάντων τούτων γεγένηται συνεργία περὶ τὸν Ἁρπάλου κατάπλουν καὶ τὴν ἄφεσιν.