Ancient Greek · ~1 min
Section 12
Dinarchus, Κατὰ Δημοσθένους 12
Not analysed yet
οὐδὲν ἧττον περιέρχεται Δημοσθένης περί τε τῆς βουλῆς βλασφημῶν καὶ περὶ ἑαυτοῦ λέγων οἷσπερ ἴσως καὶ πρὸς ὑμᾶς αὐτίκα χρήσεται λόγοις ἐξαπατῶν ὑμᾶς, ὡς ἐγὼ Θηβαίους ὑμῖν ἐποίησα συμμάχους. οὔκ· ἀλλὰ τὸ κοινῇ συμφέρον ἀμφοτέραις ἐλυμήνω ταῖς πόλεσιν, ὦ Δημόσθενες. ἐγὼ παρέταξα πάντας εἰς Χαιρώνειαν. οὔκ· ἀλλʼ ἔλιπες μόνος αὐτὸς τὴν ἐκεῖ τάξιν. ἐγὼ πολλὰς ὑπὲρ ὑμῶν ἐπρέσβευσα πρεσβείας.