Ancient Greek · ~2 min
Section 28
Dinarchus, Κατὰ Δημοσθένους 28
Not analysed yet
Ψήφισμα Μαρτυρίαι Ἐπιστολαί μισθωτὸς οὗτος, ὦ Ἀθηναῖοι, μισθωτὸς οὗτός ἐστι παλαιός. οὗτος ἦν ὁ τὴν πρεσβείαν τὴν παρὰ Φιλίππου πορευομένην ὡς ἡμᾶς ἐκ Θηβῶν καλέσας, καὶ τοῦ λυθῆναι τὸν πρῶτον πόλεμον αἴτιος γενόμενος· οὗτος Φιλοκράτει συναπελογεῖτο τῷ γράψαντι πρὸς Φίλιππον εἰρήνην, διʼ ἣν ὑμεῖς ἐκεῖνον ἐξεβάλετε, καὶ ζεύγη τοῖς πρέσβεσιν ἐμισθώσατο τοῖς μετʼ Ἀντιπάτρου δεῦρʼ ἐλθοῦσιν, ἀναλαμβάνων αὐτοὺς καὶ τὸ κολακεύειν τοὺς Μακεδόνας πρῶτος εἰς τὴν πόλιν εἰσάγων.