Ancient Greek · ~2 min
Section 46
Dinarchus, Κατὰ Δημοσθένους 46
Not analysed yet
πολλοί, ὦ ἄνδρες, πολλοὶ τῶν πολιτῶν καὶ τῶν ἄλλων Ἑλλήνων, ὅπερ καὶ πρότερον εἶπον, θεωροῦσιν ὑμᾶς πῶς τοῦτον δικάσετε τὸν ἀγῶνα, καὶ πότερον εἰσαγωγίμους καὶ τὰς τῶν ἄλλων δωροδοκίας ποιήσετε, ἢ ἀνέδην ἐξέσται δῶρα λαμβάνειν καθʼ ὑμῶν, καὶ τὰ πρότερον δοκοῦντα πιστὰ καὶ βέβαιʼ εἶναι νῦν ἄπιστα διὰ τὴν Δημοσθένους κρίσιν γενήσεται, ὃν ἐκ τῶν ἄλλων προσῆκεν ἀπολωλέναι τῶν πεπολιτευμένων αὐτῷ, ὃς ἁπάσαις ταῖς ἀραῖς ταῖς ἐν τῇ πόλει γιγνομέναις ἔνοχος καθέστηκεν,