Ancient Greek · ~1 min
Section 57
Dinarchus, Κατὰ Δημοσθένους 57
Not analysed yet
τούτους ὑμεῖς κρίναντες ἀφήκατε, οὐ τῆς ἐξ Ἀρείου πάγου βουλῆς καταγιγνώσκοντες ψεύδεσθαι, ἀλλὰ τῇ συγγνώμῃ μᾶλλον ἢ τῷ δικαίῳ προσθέμενοι, καὶ τὴν τιμωρίαν μείζω νομίζοντες εἶναι τῆς ὑπὸ τῶν κρινομένων γεγενημένης ἁμαρτίας. ἦ που ἄρα ἡ βουλή, Δημόσθενες, τὰ ψευδῆ ἀπέφηνεν; οὐ δήπου. τούτους μέντοι, ὦ ἄνδρες, καὶ τοιούτους ἑτέρους ἀδικεῖν παρʼ ἑαυτοῖς ἀποφηνάσης τῆς βουλῆς ὑμεῖς ἀφήκατε.