Ancient Greek · ~2 min
Section 65
Dinarchus, Κατὰ Δημοσθένους 65
Not analysed yet
[ὃν] οἱ μὲν ἐχθροὶ καὶ κακόνοι τῇ πόλει ζῆν ἂν βούλοιντο, συμφορὰν ἡγούμενοι τῆς πόλεως εἶναι, ὅσοι δὲ εὖνοι τοῖς ὑμετέροις πράγμασι, καὶ μεταπεσούσης τῆς τύχης ἐλπίζουσιν ἐπὶ τὸ βέλτιον ἂν τὰ τῆς πόλεως πράγματʼ ἐλθεῖν, τὴν ἀξίαν δίκην δόντα τῶν πεπραγμένων ἀπολωλέναι βούλονται, καὶ ταῦτʼ εὔχονται τοῖς θεοῖς· οὓς κἀγὼ συμπαρακαλῶ σῶσαι τὴν πατρίδα, κινδυνεύουσαν ὁρῶν ὑπὲρ σωτηρίας, ὑπὲρ παίδων, ὑπὲρ γυναικῶν, ὑπὲρ δόξης, ὑπὲρ τῶν ἄλλων ἀγαθῶν ἁπάντων.