Ancient Greek · ~2 min
Section 77
Dinarchus, Κατὰ Δημοσθένους 77
Not analysed yet
διόπερ, ὦ Ἀθηναῖοι, δεῖ ταῦθʼ ὑμᾶς ὁρῶντας καὶ λογιζομένους μὴ μὰ Δία τὸν πλείω χρόνον τῆς Δημοσθένους δωροδοκίας καὶ ἀτυχίας κοινωνεῖν, μηδʼ ἐν τούτῳ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, μηδʼ οἴεσθαι ἀπορήσειν ἀνδρῶν ἀγαθῶν καὶ συμβούλων σπουδαίων, ἀλλὰ τὴν τῶν προγόνων λαβόντας ὀργὴν τὸν ἐπʼ αὐτοφώρῳ κλέπτην εἰλημμένον καὶ προδότην, τὸν οὐκ ἀπεχόμενον τῶν εἰς τὴν πόλιν ἀφικνουμένων χρημάτων, τὸν εἰς τὰς δεινοτάτας ἀτυχίας ἐμβεβληκότα τὴν πόλιν, τὸν τῆς Ἑλλάδος ἀλιτήριον ἀποκτείναντας ἐξόριστον ἐκ τῆς πόλεως ποιῆσαι, καὶ μεταβαλέσθαι τὴν τῆς πόλεως τύχην ἐᾶσαι, καὶ προσδοκῆσαι τούτων γενομένων βέλτιον πράξειν.