Ancient Greek · ~1 min
Section 8
Dinarchus, Κατὰ Δημοσθένους 8
Not analysed yet
ὦ Ἡράκλεις. διὰ τί οὖν ἐν τῷ δήμῳ συνεχώρεις, ὦ Δημόσθενες, ἐὰν ἀποφήνῃ κατὰ σοῦ ἡ βουλή, θάνατον ἑαυτῷ τὴν ζημίαν; καὶ διὰ τί πολλοὺς ἀνῄρηκας σὺ ταῖς τῆς βουλῆς ἰσχυριζόμενος ἀποφάσεσιν; ἢ ποῖ νῦν ἐλθὼν ὁ δῆμος ἢ τίσι προστάξας ζητεῖν περὶ τῶν ἀφανῶν καὶ μεγάλων ἀδικημάτων εὕρῃ τὴν ἀλήθειαν;