Ancient Greek
Section 84
Dinarchus, Κατὰ Δημοσθένους 84
Not analysed yet
ἡ βουλὴ εὕρηκε Δημοσθένην. τί δεῖ πολλῶν λόγων; ἀποπέφαγκεν, ὦ Ἀθηναῖοι. τὸ μὲν τοίνυν δίκαιον ἦν ὑφʼ ἑαυτοῦ κεκριμένον εὐθὺς ἀποθνῄσκειν· ἐπειδὴ δʼ εἰς τὰς ὑμετέρας ἥκει χεῖρας τῶν ὑπὲρ τοῦ δήμου συνειλεγμένων καὶ τῶν ὀμωμοκότων πείσεσθαι τοῖς νόμοις καὶ τοῖς τοῦ δήμου ψηφίσμασι, τί ποιήσετε; προήσεσθε τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν καὶ τὰ παρὰ πᾶσιν ἀνθρώποις δίκαια νομιζόμενα;