Ancient Greek
Section 1
Dinarchus, Κατὰ Φιλοκλέους 1
Not analysed yet
τί χρὴ λέγειν πρὸς τῶν θεῶν περὶ τοιούτων ἀνθρώπων, ἢ πῶς χρήσεσθε τῇ τούτου πονηρίᾳ; ὃς οὐχ ἅπαξ ἀλλὰ τρὶς ἐξεληλεγμένος ὑπὸ τῆς ἐξ Ἀρείου πάγου βουλῆς, ὡς ὑμεῖς ἅπαντες ἴστε καὶ νῦν ἐν τῷ δήμῳ ἠκούετε, καὶ ἐψευσμένος ἁπάντων Ἀθηναίων ἐναντίον καὶ τῶν περιεστηκότων, φάσκων κωλύσειν Ἅρπαλον εἰς τὸν Πειραιᾶ καταπλεῦσαι, στρατηγὸς ὑφʼ ὑμῶν ἐπὶ τὴν Μουνιχίαν καὶ τὰ νεώρια κεχειροτονημένος,