Ancient Greek · ~2 min
Section 5
Dinarchus, Κατὰ Φιλοκλέους 5
Not analysed yet
ἐγὼ δέ, ὦ ἄνδρες, εἰ δεῖ τἀληθῆ λέγειν —δεῖ δέ —,οὐ τὰς ἀποφάσεις οἶμαι νῦν κρίνεσθαι, πότερον ἀληθεῖς εἰσιν ἢ ψευδεῖς αἱ κατὰ Φιλοκλέους γεγενημέναι, ἀλλὰ περὶ μόνης τῆς τιμωρίας ὑμᾶς δεῖν τῆς ἐν τῷ ψηφίσματι γεγραμμένης δικάσαι νῦν, πότερα δεῖ χρημάτων τιμῆσαι τῷ τηλικαῦτα ἠδικηκότι τὴν πόλιν, ἢ θανάτῳ ζημιώσαντας, ὥσπερ οὗτος ἔγραψεν ἐν τῷ ψηφίσματι καθʼ αὑτοῦ, [ἢ] δημεῦσαι τὴν οὐσίαν τὴν ἐκ τοιούτων λημμάτων συνειλεγμένην.