Ancient Greek · ~1 min
Section 8
Dinarchus, Κατὰ Φιλοκλέους 8
Not analysed yet
ἆρʼ ἴσθʼ ὅτι ἐπὶ μὲν τῶν ἄλλων ἀδικημάτων σκεψαμένους ἀκριβῶς δεῖ μεθʼ ἡσυχίας καὶ τἀληθὲς ἐξετάσαντας, οὕτως ἐπιτιθέναι τοῖς ἠδικηκόσι τὴν τιμωρίαν, ἐπὶ δὲ ταῖς φανεραῖς καὶ παρὰ πάντων ὡμολογημέναις προδοσίαις πρώτην τετάχθαι τὴν ὀργὴν καὶ τὴν μετʼ αὐτῆς γιγνομένην τιμωρίαν;