Ancient Greek · ~2 min
Section 10
Dinarchus, Κατὰ Ἀριστογείτονος 10
Not analysed yet
ἐκεῖ δʼ ὢν παρὰ τοῖς ἐκ τῶν ἄλλων ἀνθρώπων κακούργοις ἀπηγμένοις οὕτως εἶναι πονηρὸς ἔδοξεν, ὥστε μηδʼ ἐκεῖ τῶν ἴσων ἀξιοῦσθαι τοῖς ἄλλοις, ἀλλὰ κλέπτην ὥς φασι ληφθέντα τουτονὶ παρʼ ἐκείνοις, εἰ ἦν ἕτερός τις τόπος ἀνοσιώτερος ἵνα ἐξῆν ἀπάγειν τοὺς ἐκ δεσμωτηρίου κλέπτοντας, εἰς ἐκεῖνον ἂν τοῦτο τὸ θηρίον ἀπαχθῆναι; καὶ ταῦθʼ, ὅπερ ἀρτίως εἶπον, τίς οὐκ οἶδε καταμαρτυρηθέντʼ Ἀριστογείτονος, ὅτʼ ἐμπορίου ἐπιμελητὴς λαχὼν ἀπεδοκιμάσθη ὑπὸ τῶν τότε δικαζόντων ἄρχειν ταύτην τὴν ἀρχήν;