Ancient Greek · ~1 min
Section 23
Dinarchus, Κατὰ Ἀριστογείτονος 23
Not analysed yet
οὐκ ἴσθʼ, ὅτι καὶ νῦν ὁ φόβος ὁ παρʼ ὑμῶν τοὺς ὁρμῶντας ἐπὶ τὰ καθʼ ὑμῶν ἥκοντα χρήματα [νῦν] ἀνείργει καὶ ποιεῖ πολλάκις ἀπὸ τοῦ λήμματος ἀποστρέφειν; καὶ τὸ ψήφισμα τοῦ δήμου, τὸ ζητεῖν τὴν βουλὴν περὶ τούτων τῶν χρημάτων προστάττον, οὐδὲ τοὺς κεκομικότας τὸ χρυσίον εἰς τὴν χώραν ὁμολογεῖν πεποίηκε;