Ancient Greek · ~1 min
Section 26
Dinarchus, Κατὰ Ἀριστογείτονος 26
Not analysed yet
Στήλη καίτοι, ὦ Ἀθηναῖοι, τί ἂν οἴεσθʼ ἐκείνους τοὺς ἄνδρας ποιῆσαι λαβόντας ἢ στρατηγὸν ἢ ῥήτορα πολίτην ἑαυτῶν δῶρα δεχόμενον ἐπὶ τοῖς τῆς πατρίδος συμφέρουσιν, οἳ τὸν ἀλλότριον καὶ τῷ γένει καὶ τῇ φύσει τῆς Ἑλλάδος ἄνθρωπον οὕτω δικαίως καὶ σωφρόνως ἐξήλασαν [ἐκ Πελοποννήσου πάσης]; τοιγάρτοι τῆς πόλεως καὶ τῶν προγόνων ἀξίως ἐκινδύνευσαν πρὸς τὸν βάρβαρον.