Ancient Greek · ~2 min
Section 8
Dinarchus, Κατὰ Ἀριστογείτονος 8
Not analysed yet
ἀλλʼ αὐτὸς ὁ κρινόμενος νὴ Δία μέτριος τὸν τρόπον, καὶ προγόνων χρηστῶν, καὶ πολλὰ ἡμᾶς καὶ ἰδία καὶ δημοσίᾳ καλὰ εἰργασμένος, ὥστε διὰ ταῦτʼ ἄξιόν ἐστιν αὐτοῦ φείσασθαι; καὶ τίς ὑμῶν οὐ πολλάκις ἀκήκοεν, ὅτι Κυδιμάχου μὲν τοῦ πατρὸς τοῦ Ἀριστογείτονος θανάτου καταγνωσθέντος καὶ φυγόντος ἐκ ταύτης τῆς πόλεως ὁ χρηστὸς οὗτος υἱὸς περιεῖδε τὸν αὑτοῦ πατέρα καὶ ζῶντα τῶν ἀναγκαίων σπανίζοντα καὶ τελευτήσαντα οὐ τυχόντα τῶν νομίμων, ἅπερ αὐτοῦ πολλάκις κατεμαρτυρεῖτο·