Ancient Greek
82.27
Dindorf Hgm1, Paratexta 82.27
Unproofread scanNot analysed yet
πρὸς Καρχηδονίους, τῷ ὅρκῳ φειδόμενος· ὁ δὲ κατὰ τοῦ βασιλέως τῆς Αἰγύπτου τὸν Πέρσην κινήσας τὰ Αἰγυπτίων διόλωλε (διολώλεχε Nieb. frustra: v. Thes. Steph. v. Ἀπόλλυμι, p. 1538, D.) . χρή δὲ τοὺς πρέσβεις παραγενομένους πρὸς οὓς ἀποστέλλονται φαίνεσθαι ἐπιχαρεῖς, μεγαλοφρόνους, ἐνεργετικούς τὰ εἰς δύναμιν, ἅμφω τὰ τε οἰκεῖα τὰ τε τῶν πολεμίων ἐν ἐπαίνῳ ποιουμένους, ἀλλὰ μὴ τὰ ἐκείνων ἐνδιαβάλλοντας. οἰκονομεῖν δὲ δεῖ τοὺς πρέσβεις καὶ τοῖς καιροῖς ἐπακολουθεῖν, ἀλλ’ οὐκ ἐξ ἀνάγκης πράττειν τὰ κελευόμενα, εἰ μὴ τι πράξαι πᾶσι τρόποις παρεκελεύσθησαν, οἷον ἀπεστάλη τις ὡς φίλους δῶρα τοῖς γείτοσιν ἐπικομιζόμενος· ὁ δὲ τούτους καταλαβὼν τὰ τῶν ἐχθρῶν πράττοντας τὰ μὲν δῶρα σὺν τῷ γράμματι παρακατέσχε, λόγους δὲ φιλίας ἀντὶ δώρων ἐπεκομίζατο. ἔρει γὰρ τις εἰκῶτας ὡς ἔχρην μᾶλλον ἐπιδόναι τὰ δῶρα καθημερούντα τῶν πολεμίων τὸ ἄργιον ἢ τὰ μὲν τιμιώτερα παρακατασχεῖν, τὰ δὲ ἄλλα ἐπιδόναι, ἀλλὰ μὴ πάντα κρατεῖν, ὡς μήτε τοὺς ἐχθροὺς πλουτεῖν ἐθέλειν καὶ τὸ πολὺ τῆς ἐχθρᾶς ὑπομένειν τῶν πολεμιῶν. δοκιμάζεται δὲ πρέσβις καὶ πρὸ τῆς ἀποστολῆς, ὑποτιθεμένων αὐτῷ τῶν κεφαλαίων, καὶ ἐρωτώμενος ὅπως περὶ ἑκάστου αὐτῶν οἰконо- μήσειεν, οὕτως ἢ ἑτέρως αὐτῷ τῶν πραγμάτων ἐπιθυμεινόντων.