Ancient Greek
Fragment 4
Dinias Hist., Fragmenta 4
Not analysed yet
Agatharchides De mari Rubr. ap. Phot. cod. 250. :Οἱ δὲ περὶ Κλεινίαν (Δεινίαν em. Reines.) ἱστορικοί φασιν, ἀπὸ τῆς ποιητικῆς ἐξουσίας καὶ αὐτοὶ ἄδειαν λαβόντες, ἐξ Ἄργους εἰς Αἰθιοπίαν (ἐκαλεῖτο δὲ τότε Κηφηνία) παραγεγονότα ἐπὶ λύσει τῆς Κηφέως θυγατρὸς τὸν Περσέα, ἐκεῖθεν δὲ εἰς Πέρσας μεταστάντα, Πέρσαις μὲν ἀπό τινος τῶν ἐγγόνων τῆς κλήσεως μεταδοῦναι, Ἐρύθραν δὲ γεννῆσαι υἱὸν, καὶ ἐξ ἐκείνου τῇ θαλάσσῃ τὴν κλῆσιν παρασχεῖν. Τοιοῦτος μὲν καὶ ὁ Ἀργολικὸς περὶ τῆς Ἐρυθρᾶς θαλάσσης σχεδιασμός.