Ancient Greek
Fragment 8
Dinias Hist., Fragmenta 8
Not analysed yet
Herodian. Περὶ μον. λεξ. :Μοῖρα. Οὐδὲν εἰς ρα λῆγον συνεσταλμένον θηλυκὸν δισύλλαβον τῇ οι διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ μοῖρα ἀπηνέγκατο τήνδε παράληξιν. Τὸ γὰρ χοίρα ἐκτείνεται κατὰ τὸ ἐπώνυμον, ὥσπερ καὶ παρὰ Δεινίᾳ· «Λέγεται δὲ τοὺς Λακεδαιμονίους, καθ' ὃν ἐν Τεγέᾳ χρόνον ἦσαν αἰχμάλωτοι, δεδεμένους ἐργάζεσθαι διὰ τοῦ πεδίου τὸν Λαχᾶν ποταμὸν, Περιμήδας ἐν Τεγέᾳ δυναστευούσης, ἣν οἱ πλεῖστοι καλοῦσι Χοίραν.»